Σε τον αναβαλλόμενον το φως

Σε τον αναβαλλόμενον το φως

(Δοξαστικό αποστίχων εσπερινού Αποκαθηλώσεως)​

Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.

Αναπαραγωγή Βίντεο